Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. (Filipenses 4, 12)

  • πάντα ἰσχύω ἐν τῶ ἐνδυναμοῦντί με. (Filipenses 4, 13)

  • πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. (Filipenses 4, 14)

  • οἴδατε δὲ καὶ ὑμεῖς, φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι· (Filipenses 4, 15)

  • ὅτι καὶ ἐν θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. (Filipenses 4, 16)

  • οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. (Filipenses 4, 17)

  • ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῶ θεῶ. (Filipenses 4, 18)

  • ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν χριστῶ ἰησοῦ. (Filipenses 4, 19)

  • τῶ δὲ θεῶ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (Filipenses 4, 20)

  • ἀσπάσασθε πάντα ἅγιον ἐν χριστῶ ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. (Filipenses 4, 21)

  • ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς καίσαρος οἰκίας. (Filipenses 4, 22)

  • ἡ χάρις τοῦ κυρίου ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. (Filipenses 4, 23)


"O Anjo de Deus não nos abandona jamais." São Padre Pio de Pietrelcina