Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε, (II Coríntios 1, 15)

  • καὶ δι᾽ ὑμῶν διελθεῖν εἰς μακεδονίαν, καὶ πάλιν ἀπὸ μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι εἰς τὴν ἰουδαίαν. (II Coríntios 1, 16)

  • τοῦτο οὗν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾽ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ; (II Coríntios 1, 17)

  • πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστιν ναὶ καὶ οὔ. (II Coríntios 1, 18)

  • ὁ τοῦ θεοῦ γὰρ υἱὸς ἰησοῦς χριστὸς ὁ ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθείς, δι᾽ ἐμοῦ καὶ σιλουανοῦ καὶ τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῶ γέγονεν. (II Coríntios 1, 19)

  • ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῶ τὸ ναί· διὸ καὶ δι᾽ αὐτοῦ τὸ ἀμὴν τῶ θεῶ πρὸς δόξαν δι᾽ ἡμῶν. (II Coríntios 1, 20)

  • ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς χριστὸν καὶ χρίσας ἡμᾶς θεός, (II Coríntios 1, 21)

  • ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. (II Coríntios 1, 22)

  • ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς κόρινθον. (II Coríntios 1, 23)

  • οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε. (II Coríntios 1, 24)

  • ἔκρινα γὰρ ἐμαυτῶ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν· (II Coríntios 2, 1)

  • εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; (II Coríntios 2, 2)


"Cuide de estar sempre em estado de graça." São Padre Pio de Pietrelcina