Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; (I Coríntios 4, 7)

  • ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. (I Coríntios 4, 8)

  • δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῶ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. (I Coríntios 4, 9)

  • ἡμεῖς μωροὶ διὰ χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν χριστῶ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. (I Coríntios 4, 10)

  • ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν (I Coríntios 4, 11)

  • καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, (I Coríntios 4, 12)

  • δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. (I Coríntios 4, 13)

  • οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ[ν]· (I Coríntios 4, 14)

  • ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν χριστῶ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας, ἐν γὰρ χριστῶ ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. (I Coríntios 4, 15)

  • παρακαλῶ οὗν ὑμᾶς, μιμηταί μου γίνεσθε. (I Coríntios 4, 16)

  • διὰ τοῦτο ἔπεμψα ὑμῖν τιμόθεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν χριστῶ [ἰησοῦ], καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. (I Coríntios 4, 17)

  • ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· (I Coríntios 4, 18)


"Nunca se canse de rezar e de ensinar a rezar." São Padre Pio de Pietrelcina