Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • τότε οὗν ἔλαβεν ὁ πιλᾶτος τὸν ἰησοῦν καὶ ἐμαστίγωσεν. (São João 19, 1)

  • καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, (São João 19, 2)

  • καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον, χαῖρε, ὁ βασιλεὺς τῶν ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῶ ῥαπίσματα. (São João 19, 3)

  • καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ πιλᾶτος καὶ λέγει αὐτοῖς, ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῶ. (São João 19, 4)

  • ἐξῆλθεν οὗν ὁ ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς, ἰδοὺ ὁ ἄνθρωπος. (São João 19, 5)

  • ὅτε οὗν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες, σταύρωσον σταύρωσον. λέγει αὐτοῖς ὁ πιλᾶτος, λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῶ αἰτίαν. (São João 19, 6)

  • ἀπεκρίθησαν αὐτῶ οἱ ἰουδαῖοι, ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν. (São João 19, 7)

  • ὅτε οὗν ἤκουσεν ὁ πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, (São João 19, 8)

  • καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῶ ἰησοῦ, πόθεν εἶ σύ; ὁ δὲ ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῶ. (São João 19, 9)

  • λέγει οὗν αὐτῶ ὁ πιλᾶτος, ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε; (São João 19, 10)

  • ἀπεκρίθη [αὐτῶ] ἰησοῦς, οὐκ εἶχες ἐξουσίαν κατ᾽ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. (São João 19, 11)

  • ἐκ τούτου ὁ πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ ἰουδαῖοι ἐκραύγασαν λέγοντες, ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῶ καίσαρι. (São João 19, 12)


"É preciso amar, amar e nada mais". São Padre Pio de Pietrelcina