Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • ἡ οὗν μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. (São João 12, 3)

  • λέγει δὲ ἰούδας ὁ ἰσκαριώτης εἷς [ἐκ] τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι, (São João 12, 4)

  • διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; (São João 12, 5)

  • εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῶ ἀλλ᾽ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. (São João 12, 6)

  • εἶπεν οὗν ὁ ἰησοῦς, ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό· (São João 12, 7)

  • τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. (São João 12, 8)

  • ἔγνω οὗν [ὁ] ὄχλος πολὺς ἐκ τῶν ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν ἰησοῦν μόνον ἀλλ᾽ ἵνα καὶ τὸν λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. (São João 12, 9)

  • ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν λάζαρον ἀποκτείνωσιν, (São João 12, 10)

  • ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν ἰησοῦν. (São João 12, 11)

  • τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ ἰησοῦς εἰς ἱεροσόλυμα, (São João 12, 12)

  • ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῶ, καὶ ἐκραύγαζον, ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, [καὶ] ὁ βασιλεὺς τοῦ ἰσραήλ. (São João 12, 13)

  • εὑρὼν δὲ ὁ ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾽ αὐτό, καθώς ἐστιν γεγραμμένον, (São João 12, 14)


"Sigamos o caminho que nos conduz a Deus." São Padre Pio de Pietrelcina