Talált 35140 Eredmények: Ὁ
εἶπεν οὗν πάλιν αὐτοῖς, ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. (São João 8, 21)
ἔλεγον οὗν οἱ ἰουδαῖοι, μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; (São João 8, 22)
καὶ ἔλεγεν αὐτοῖς, ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. (São João 8, 23)
εἶπον οὗν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. (São João 8, 24)
ἔλεγον οὗν αὐτῶ, σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ ἰησοῦς, τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν; (São João 8, 25)
πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον. (São João 8, 26)
οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. (São João 8, 27)
εἶπεν οὗν [αὐτοῖς] ὁ ἰησοῦς, ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ. (São João 8, 28)
καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῶ ποιῶ πάντοτε. (São João 8, 29)
ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. (São João 8, 30)
ἔλεγεν οὗν ὁ ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῶ ἰουδαίους, ἐὰν ὑμεῖς μείνητε ἐν τῶ λόγῳ τῶ ἐμῶ, ἀληθῶς μαθηταί μού ἐστε, (São João 8, 31)
ἀπεκρίθησαν πρὸς αὐτόν, σπέρμα ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε; (São João 8, 33)