Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. (São João 3, 16)

  • οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. (São João 3, 17)

  • ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. (São João 3, 18)

  • αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. (São João 3, 19)

  • πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· (São João 3, 20)

  • ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῶ ἐστιν εἰργασμένα. (São João 3, 21)

  • μετὰ ταῦτα ἦλθεν ὁ ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. (São João 3, 22)

  • ἦν δὲ καὶ ὁ ἰωάννης βαπτίζων ἐν αἰνὼν ἐγγὺς τοῦ σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· (São João 3, 23)

  • οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ ἰωάννης. (São João 3, 24)

  • ἐγένετο οὗν ζήτησις ἐκ τῶν μαθητῶν ἰωάννου μετὰ ἰουδαίου περὶ καθαρισμοῦ. (São João 3, 25)

  • καὶ ἦλθον πρὸς τὸν ἰωάννην καὶ εἶπαν αὐτῶ, ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὖτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. (São João 3, 26)

  • ἀπεκρίθη ἰωάννης καὶ εἶπεν, οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ ᾖ δεδομένον αὐτῶ ἐκ τοῦ οὐρανοῦ. (São João 3, 27)


"É preciso amar, amar e nada mais". São Padre Pio de Pietrelcina