Talált 35140 Eredmények: Ὁ
ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν, ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; (São Mateus 20, 13)
ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῶ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. (São Mateus 20, 14)
[ἢ] οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; (São Mateus 20, 15)
οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι. (São Mateus 20, 16)
καὶ ἀναβαίνων ὁ ἰησοῦς εἰς ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [μαθητὰς] κατ᾽ ἰδίαν, καὶ ἐν τῇ ὁδῶ εἶπεν αὐτοῖς, (São Mateus 20, 17)
ἰδοὺ ἀναβαίνομεν εἰς ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, (São Mateus 20, 18)
καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. (São Mateus 20, 19)
τότε προσῆλθεν αὐτῶ ἡ μήτηρ τῶν υἱῶν ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ᾽ αὐτοῦ. (São Mateus 20, 20)
ὁ δὲ εἶπεν αὐτῇ, τί θέλεις; λέγει αὐτῶ, εἰπὲ ἵνα καθίσωσιν οὖτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. (São Mateus 20, 21)
ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν; λέγουσιν αὐτῶ, δυνάμεθα. (São Mateus 20, 22)
λέγει αὐτοῖς, τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν [τοῦτο] δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. (São Mateus 20, 23)
καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. (São Mateus 20, 24)