Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ, ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· (São Mateus 9, 37)

  • δεήθητε οὗν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. (São Mateus 9, 38)

  • καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. (São Mateus 10, 1)

  • τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος σίμων ὁ λεγόμενος πέτρος καὶ ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἰάκωβος ὁ τοῦ ζεβεδαίου καὶ ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, (São Mateus 10, 2)

  • φίλιππος καὶ βαρθολομαῖος, θωμᾶς καὶ μαθθαῖος ὁ τελώνης, ἰάκωβος ὁ τοῦ ἁλφαίου καὶ θαδδαῖος, (São Mateus 10, 3)

  • σίμων ὁ καναναῖος καὶ ἰούδας ὁ ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. (São Mateus 10, 4)

  • τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ἰησοῦς παραγγείλας αὐτοῖς λέγων, εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν σαμαριτῶν μὴ εἰσέλθητε· (São Mateus 10, 5)

  • πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ἰσραήλ. (São Mateus 10, 6)

  • πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. (São Mateus 10, 7)

  • ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. (São Mateus 10, 8)

  • μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, (São Mateus 10, 9)

  • μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. (São Mateus 10, 10)


"Na igreja se fala somente com Deus." São Padre Pio de Pietrelcina