Talált 35140 Eredmények: Ὁ
ἡμαρτήσαμεν ἠσεβήσαμεν καὶ οὐχ ἱλάσθης (Lamentações 3, 42)
ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς ἀπέκτεινας οὐκ ἐφείσω (Lamentações 3, 43)
ἐπεσκέπασας νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆς (Lamentações 3, 44)
διήνοιξαν ἐφ’ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν (Lamentações 3, 46)
φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν ἔπαρσις καὶ συντριβή (Lamentações 3, 47)
ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου (Lamentações 3, 48)
ὁ ὀφθαλμός μου κατεπόθη καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν (Lamentações 3, 49)
ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ (Lamentações 3, 50)
ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως (Lamentações 3, 51)
θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν (Lamentações 3, 52)
ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ’ ἐμοί (Lamentações 3, 53)
ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου εἶπα ἀπῶσμαι (Lamentações 3, 54)