Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον (Isaías 3, 2)

  • καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν (Isaías 3, 3)

  • καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν (Isaías 3, 4)

  • καὶ συμπεσεῖται ὁ λαός ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην ὁ ἄτιμος πρὸς τὸν ἔντιμον (Isaías 3, 5)

  • ὅτι ἐπιλήμψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων ἱμάτιον ἔχεις ἀρχηγὸς ἡμῶν γενοῦ καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω (Isaías 3, 6)

  • καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσομαί σου ἀρχηγός οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου (Isaías 3, 7)

  • ὅτι ἀνεῖται Ιερουσαλημ καὶ ἡ Ιουδαία συμπέπτωκεν καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς κύριον ἀπειθοῦντες διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν (Isaías 3, 8)

  • καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεφάνισαν οὐαὶ τῇ ψυχῇ αὐτῶν διότι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν (Isaías 3, 9)

  • εἰπόντες δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται (Isaías 3, 10)

  • οὐαὶ τῷ ἀνόμῳ πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ (Isaías 3, 11)

  • λαός μου οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν λαός μου οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν (Isaías 3, 12)

  • ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ (Isaías 3, 13)


"Vive-se de fé, não de sonhos." São Padre Pio de Pietrelcina