Talált 35140 Eredmények: Ὁ
συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου (Eclesiástico 22, 9)
διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ καὶ ἐπὶ συντελείᾳ ἐρεῖ τί ἐστιν (Eclesiástico 22, 10)
ἐπὶ νεκρῷ κλαῦσον ἐξέλιπεν γὰρ φῶς καὶ ἐπὶ μωρῷ κλαῦσον ἐξέλιπεν γὰρ σύνεσιν ἥδιον κλαῦσον ἐπὶ νεκρῷ ὅτι ἀνεπαύσατο τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά (Eclesiástico 22, 11)
πένθος νεκροῦ ἑπτὰ ἡμέραι μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ (Eclesiástico 22, 12)
μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου φύλαξαι ἀπ’ αὐτοῦ ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ ἔκκλινον ἀπ’ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ (Eclesiástico 22, 13)
ὑπὲρ μόλιβον τί βαρυνθήσεται καὶ τί αὐτῷ ὄνομα ἀλλ’ ἢ μωρός (Eclesiástico 22, 14)
ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον (Eclesiástico 22, 15)
ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει (Eclesiástico 22, 16)
καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ (Eclesiástico 22, 17)
χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ (Eclesiástico 22, 18)
ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν (Eclesiástico 22, 19)
βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν (Eclesiástico 22, 20)