Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ (Eclesiástico 7, 7)

  • μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ (Eclesiástico 7, 8)

  • μὴ εἴπῃς τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται (Eclesiástico 7, 9)

  • μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς (Eclesiástico 7, 10)

  • μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν (Eclesiástico 7, 11)

  • μὴ ἀροτρία ψεῦδος ἐπ’ ἀδελφῷ σου μηδὲ φίλῳ τὸ ὅμοιον ποίει (Eclesiástico 7, 12)

  • μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν (Eclesiástico 7, 13)

  • μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου (Eclesiástico 7, 14)

  • μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην (Eclesiástico 7, 15)

  • μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ (Eclesiástico 7, 16)

  • ταπείνωσον σφόδρα τὴν ψυχήν σου ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ (Eclesiástico 7, 17)

  • μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφιρ (Eclesiástico 7, 18)


"A mansidão reprime a ira." São Padre Pio de Pietrelcina