Talált 105 Eredmények: ἰδὼν
καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ, μὴ κλαῖε. (São Lucas 7, 13)
ἰδὼν δὲ ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῶ λέγων, οὖτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. (São Lucas 7, 39)
ἰδὼν δὲ τὸν ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῶ καὶ φωνῇ μεγάλῃ εἶπεν, τί ἐμοὶ καὶ σοί, ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. (São Lucas 8, 28)
κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῶ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· (São Lucas 10, 31)
ὁμοίως δὲ καὶ λευίτης [γενόμενος] κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. (São Lucas 10, 32)
σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ᾽ αὐτὸν καὶ ἰδὼν ἐσπλαγχνίσθη, (São Lucas 10, 33)
ὁ δὲ φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. (São Lucas 11, 38)
ἰδὼν δὲ αὐτὴν ὁ ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, (São Lucas 13, 12)
καὶ ἰδὼν εἶπεν αὐτοῖς, πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῶ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. (São Lucas 17, 14)
εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, (São Lucas 17, 15)
ἰδὼν δὲ αὐτὸν ὁ ἰησοῦς [περίλυπον γενόμενον] εἶπεν, πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται· (São Lucas 18, 24)
καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῶ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῶ θεῶ. (São Lucas 18, 43)