Mosaico decorativo

Talált 31964 Eredmények: Ἢ

  • ἐὰν δὲ καταλειφθῇ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωί κατακαύσεις τὰ λοιπὰ πυρί οὐ βρωθήσεται ἁγίασμα γάρ ἐστιν (Êxodo 29, 34)

  • καὶ ποιήσεις Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτως κατὰ πάντα ὅσα ἐνετειλάμην σοι ἑπτὰ ἡμέρας τελειώσεις αὐτῶν τὰς χεῖρας (Êxodo 29, 35)

  • καὶ τὸ μοσχάριον τῆς ἁμαρτίας ποιήσεις τῇ ἡμέρᾳ τοῦ καθαρισμοῦ καὶ καθαριεῖς τὸ θυσιαστήριον ἐν τῷ ἁγιάζειν σε ἐπ’ αὐτῷ καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό (Êxodo 29, 36)

  • ἑπτὰ ἡμέρας καθαριεῖς τὸ θυσιαστήριον καὶ ἁγιάσεις αὐτό καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τοῦ ἁγίου πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου ἁγιασθήσεται (Êxodo 29, 37)

  • καὶ ταῦτά ἐστιν ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς κάρπωμα ἐνδελεχισμοῦ (Êxodo 29, 38)

  • καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ τοῦ ιν καὶ σπονδὴν τὸ τέταρτον τοῦ ιν οἴνου τῷ ἀμνῷ τῷ ἑνί (Êxodo 29, 40)

  • καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν κατὰ τὴν θυσίαν τὴν πρωινὴν καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις εἰς ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ (Êxodo 29, 41)

  • θυσίαν ἐνδελεχισμοῦ εἰς γενεὰς ὑμῶν ἐπὶ θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν ὥστε λαλῆσαί σοι (Êxodo 29, 42)

  • καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς Ισραηλ καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου (Êxodo 29, 43)

  • καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ ἁγιάσω ἱερατεύειν μοι (Êxodo 29, 44)

  • καὶ ἐπικληθήσομαι ἐν τοῖς υἱοῖς Ισραηλ καὶ ἔσομαι αὐτῶν θεός (Êxodo 29, 45)

  • καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ὁ ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐπικληθῆναι αὐτοῖς καὶ θεὸς εἶναι αὐτῶν (Êxodo 29, 46)


"O Santo Rosário é a arma daqueles que querem vencer todas as batalhas." São Padre Pio de Pietrelcina