Mosaico decorativo

Talált 31964 Eredmények: Ἢ

  • καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Êxodo 16, 11)

  • εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ λάλησον πρὸς αὐτοὺς λέγων τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Êxodo 16, 12)

  • ἐγένετο δὲ ἑσπέρα καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς (Êxodo 16, 13)

  • καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς (Êxodo 16, 14)

  • ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἶπαν ἕτερος τῷ ἑτέρῳ τί ἐστιν τοῦτο οὐ γὰρ ᾔδεισαν τί ἦν εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς οὗτος ὁ ἄρτος ὃν ἔδωκεν κύριος ὑμῖν φαγεῖν (Êxodo 16, 15)

  • τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε (Êxodo 16, 16)

  • ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον (Êxodo 16, 17)

  • καὶ μετρήσαντες τῷ γομορ οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν ἕκαστος εἰς τοὺς καθήκοντας παρ’ ἑαυτῷ συνέλεξαν (Êxodo 16, 18)

  • εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς μηδεὶς καταλιπέτω ἀπ’ αὐτοῦ εἰς τὸ πρωί (Êxodo 16, 19)

  • καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀλλὰ κατέλιπόν τινες ἀπ’ αὐτοῦ εἰς τὸ πρωί καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν καὶ ἐπικράνθη ἐπ’ αὐτοῖς Μωυσῆς (Êxodo 16, 20)

  • καὶ συνέλεξαν αὐτὸ πρωὶ πρωί ἕκαστος τὸ καθῆκον αὐτῷ ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος ἐτήκετο (Êxodo 16, 21)

  • ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ συνέλεξαν τὰ δέοντα διπλᾶ δύο Γομορ τῷ ἑνί εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωυσεῖ (Êxodo 16, 22)


"Uma só coisa é necessária: estar perto de Jesus". São Padre Pio de Pietrelcina