Mosaico decorativo

Talált 31964 Eredmények: Ἡ

  • εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν, ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῶ, περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. (Atos dos Apóstolos 12, 8)

  • καὶ ἐξελθὼν ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. (Atos dos Apóstolos 12, 9)

  • διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ. (Atos dos Apóstolos 12, 10)

  • καὶ ὁ πέτρος ἐν ἑαυτῶ γενόμενος εἶπεν, νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν [ὁ] κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ἰουδαίων. (Atos dos Apóstolos 12, 11)

  • συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς μαρίας τῆς μητρὸς ἰωάννου τοῦ ἐπικαλουμένου μάρκου, οὖ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. (Atos dos Apóstolos 12, 12)

  • κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθεν παιδίσκη ὑπακοῦσαι ὀνόματι ῥόδη· (Atos dos Apóstolos 12, 13)

  • καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν πέτρον πρὸ τοῦ πυλῶνος. (Atos dos Apóstolos 12, 14)

  • οἱ δὲ πρὸς αὐτὴν εἶπαν, μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον, ὁ ἄγγελός ἐστιν αὐτοῦ. (Atos dos Apóstolos 12, 15)

  • ὁ δὲ πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν. (Atos dos Apóstolos 12, 16)

  • κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο [αὐτοῖς] πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν τε, ἀπαγγείλατε ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. (Atos dos Apóstolos 12, 17)

  • γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ πέτρος ἐγένετο. (Atos dos Apóstolos 12, 18)

  • ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς ἰουδαίας εἰς καισάρειαν διέτριβεν. (Atos dos Apóstolos 12, 19)


"Quando o dia seguinte chegar, ele também será chamado de hoje. Tenha sempre muita confiança na Divina Providência." São Padre Pio de Pietrelcina