Mosaico decorativo

Talált 31964 Eredmények: Ἡ

  • φίλιππος δὲ κατελθὼν εἰς [τὴν] πόλιν τῆς σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν. (Atos dos Apóstolos 8, 5)

  • προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ φιλίππου ὁμοθυμαδὸν ἐν τῶ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει· (Atos dos Apóstolos 8, 6)

  • πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· (Atos dos Apóstolos 8, 7)

  • ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ. (Atos dos Apóstolos 8, 8)

  • ἀνὴρ δέ τις ὀνόματι σίμων προϊπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστάνων τὸ ἔθνος τῆς σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν, (Atos dos Apóstolos 8, 9)

  • ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες, οὖτός ἐστιν ἡ δύναμις τοῦ θεοῦ ἡ καλουμένη μεγάλη. (Atos dos Apóstolos 8, 10)

  • ὅτε δὲ ἐπίστευσαν τῶ φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος ἰησοῦ χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. (Atos dos Apóstolos 8, 12)

  • ὁ δὲ σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῶ φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο. (Atos dos Apóstolos 8, 13)

  • ἀκούσαντες δὲ οἱ ἐν ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ σαμάρεια τὸν λόγον τοῦ θεοῦ ἀπέστειλαν πρὸς αὐτοὺς πέτρον καὶ ἰωάννην, (Atos dos Apóstolos 8, 14)

  • οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον· (Atos dos Apóstolos 8, 15)

  • οὐδέπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου ἰησοῦ. (Atos dos Apóstolos 8, 16)

  • ἰδὼν δὲ ὁ σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα, προσήνεγκεν αὐτοῖς χρήματα (Atos dos Apóstolos 8, 18)


"Ouço interiormente uma voz que constantemente me diz: Santifique-se e santifique!" São Padre Pio de Pietrelcina