Talált 12438 Eredmények: Ἐπ
καὶ οὗτος οὖν καθαρὸς μετήλλαξεν παντελῶς ἐπὶ τῷ κυρίῳ πεποιθώς (II Macabeus 7, 40)
τὰ μὲν οὖν περὶ τοὺς σπλαγχνισμοὺς καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσθω (II Macabeus 7, 42)
καὶ ἐπεκαλοῦντο τὸν κύριον ἐπιδεῖν τὸν ὑπὸ πάντων καταπατούμενον λαόν οἰκτῖραι δὲ καὶ τὸν ναὸν τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνθρώπων βεβηλωθέντα (II Macabeus 8, 2)
πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων οὐκ ὀλίγους τῶν πολεμίων τροπούμενος (II Macabeus 8, 6)
μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβολὰς συνεργοὺς ἐλάμβανεν καὶ λαλιὰ τῆς εὐανδρίας αὐτοῦ διηχεῖτο πανταχῆ (II Macabeus 8, 7)
συνορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα πρὸς Πτολεμαῖον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν (II Macabeus 8, 8)
εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλεν προκαλούμενος ἐπ’ ἀγορασμὸν Ιουδαίων σωμάτων ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπ’ αὐτῷ δίκην (II Macabeus 8, 11)
οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν ὁμοῦ δὲ τὸν κύριον ἠξίουν ῥύσασθαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους (II Macabeus 8, 14)
καὶ εἰ μὴ δι’ αὐτούς ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας καὶ ἕνεκα τῆς ἐπ’ αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ (II Macabeus 8, 15)
συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας ἀριθμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοῖς πολεμίοις μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπ’ αὐτοὺς ἐθνῶν πολυπλήθειαν ἀγωνίσασθαι δὲ γενναίως (II Macabeus 8, 16)
πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπ’ αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν (II Macabeus 8, 17)
οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις ἔφησεν ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι θεῷ δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφ’ ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἑνὶ νεύματι καταβαλεῖν πεποίθαμεν (II Macabeus 8, 18)