Mosaico decorativo

Talált 24028 Eredmények: Ἐν

  • καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τῷ τείχει καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος καὶ ἐπέστρεψα (Neemias 12, 15)

  • καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ καὶ τοῖς Ιουδαίοις καὶ τοῖς ἱερεῦσιν καὶ τοῖς ἐντίμοις καὶ τοῖς στρατηγοῖς καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσιν τὰ ἔργα ἕως τότε οὐκ ἀπήγγειλα (Neemias 12, 16)

  • καὶ εἶπα πρὸς αὐτούς ὑμεῖς βλέπετε τὴν πονηρίαν ἐν ᾗ ἐσμεν ἐν αὐτῇ πῶς Ιερουσαλημ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ιερουσαλημ καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος (Neemias 12, 17)

  • καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ θεοῦ ἥ ἐστιν ἀγαθὴ ἐπ’ ἐμέ καὶ τοὺς λόγους τοῦ βασιλέως οὓς εἶπέν μοι καὶ εἶπα ἀναστῶμεν καὶ οἰκοδομήσωμεν καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς ἀγαθόν (Neemias 12, 18)

  • καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δοῦλος ὁ Αμμωνι καὶ Γησαμ ὁ Αραβι καὶ ἐξεγέλασαν ἡμᾶς καὶ ἦλθον ἐφ’ ἡμᾶς καὶ εἶπαν τί τὸ ῥῆμα τοῦτο ὃ ὑμεῖς ποιεῖτε ἦ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε (Neemias 12, 19)

  • καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς ὁ θεὸς τοῦ οὐρανοῦ αὐτὸς εὐοδώσει ἡμῖν καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί καὶ οἰκοδομήσομεν καὶ ὑμῖν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ιερουσαλημ (Neemias 12, 20)

  • καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ Ραμωθ υἱὸς Ουρια υἱοῦ Ακως καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Μοσολλαμ υἱὸς Βαραχιου υἱοῦ Μασεζεβηλ καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Σαδωκ υἱὸς Βαανα (Neemias 13, 4)

  • καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ανανιας υἱὸς τοῦ Ρωκεϊμ καὶ κατέλιπον Ιερουσαλημ ἕως τοῦ τείχους τοῦ πλατέος (Neemias 13, 8)

  • καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ραφαια ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ (Neemias 13, 9)

  • καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ιεδαια υἱὸς Ερωμαφ καὶ κατέναντι οἰκίας αὐτοῦ καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ατους υἱὸς Ασβανια (Neemias 13, 10)

  • καὶ δεύτερος ἐκράτησεν Μελχιας υἱὸς Ηραμ καὶ Ασουβ υἱὸς Φααθμωαβ καὶ ἕως πύργου τῶν θαννουριμ (Neemias 13, 11)

  • καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Σαλουμ υἱὸς Αλλωης ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ (Neemias 13, 12)


"Submeter-se não significa ser escravo, mas ser livre para receber santos conselhos." São Padre Pio de Pietrelcina