Talált 24028 Eredmények: Ἐν
καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ τί ἐπιθυμεῖ ἡ ψυχή σου καὶ τί ποιήσω σοι (I Samuel 20, 4)
καὶ εἶπεν Δαυιδ πρὸς Ιωναθαν ἰδοὺ δὴ νεομηνία αὔριον καὶ ἐγὼ καθίσας οὐ καθήσομαι μετὰ τοῦ βασιλέως φαγεῖν καὶ ἐξαποστελεῖς με καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης (I Samuel 20, 5)
ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου καὶ ἐρεῖς παραιτούμενος παρῃτήσατο ἀπ’ ἐμοῦ Δαυιδ δραμεῖν ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτοῦ ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ (I Samuel 20, 6)
καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου ὅτι εἰσήγαγες εἰς διαθήκην κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου θανάτωσόν με σύ καὶ ἕως τοῦ πατρός σου ἵνα τί οὕτως εἰσάγεις με (I Samuel 20, 8)
καὶ εἶπεν Ιωναθαν μηδαμῶς σοι ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ καὶ ἐὰν μή εἰς τὰς πόλεις σου ἐγὼ ἀπαγγελῶ σοι (I Samuel 20, 9)
καὶ εἶπεν Δαυιδ πρὸς Ιωναθαν τίς ἀπαγγελεῖ μοι ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς (I Samuel 20, 10)
καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ πορεύου καὶ μένε εἰς ἀγρόν καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν (I Samuel 20, 11)
καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ κύριος ὁ θεὸς Ισραηλ οἶδεν ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυιδ καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν (I Samuel 20, 12)
καὶ μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ’ ἐμοῦ καὶ ἐὰν θανάτῳ ἀποθάνω (I Samuel 20, 14)
οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος καὶ εἰ μὴ ἐν τῷ ἐξαίρειν κύριον τοὺς ἐχθροὺς Δαυιδ ἕκαστον ἀπὸ προσώπου τῆς γῆς (I Samuel 20, 15)
καὶ προσέθετο ἔτι Ιωναθαν ὀμόσαι τῷ Δαυιδ ὅτι ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτόν (I Samuel 20, 17)
καὶ εἶπεν Ιωναθαν αὔριον νουμηνία καὶ ἐπισκεπήσῃ ὅτι ἐπισκεπήσεται καθέδρα σου (I Samuel 20, 18)