Mosaico decorativo

Talált 24028 Eredmények: Ἐν

  • εἰ δὲ χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα [καὶ] τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν, (I Coríntios 15, 14)

  • εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. (I Coríntios 15, 15)

  • εἰ δὲ χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. (I Coríntios 15, 17)

  • ἄρα καὶ οἱ κοιμηθέντες ἐν χριστῶ ἀπώλοντο. (I Coríntios 15, 18)

  • εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν χριστῶ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. (I Coríntios 15, 19)

  • νυνὶ δὲ χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων. (I Coríntios 15, 20)

  • ὥσπερ γὰρ ἐν τῶ ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῶ χριστῶ πάντες ζῳοποιηθήσονται. (I Coríntios 15, 22)

  • ἕκαστος δὲ ἐν τῶ ἰδίῳ τάγματι· ἀπαρχὴ χριστός, ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· (I Coríntios 15, 23)

  • πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῶ τὰ πάντα. (I Coríntios 15, 27)

  • ὅταν δὲ ὑποταγῇ αὐτῶ τὰ πάντα, τότε [καὶ] αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῶ ὑποτάξαντι αὐτῶ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς [τὰ] πάντα ἐν πᾶσιν. (I Coríntios 15, 28)

  • ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; (I Coríntios 15, 29)

  • τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; (I Coríntios 15, 30)


"É preciso amar, amar e nada mais". São Padre Pio de Pietrelcina