Talált 24028 Eredmények: Ἐν
συνεπέθεντο δὲ καὶ οἱ ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν. (Atos dos Apóstolos 24, 9)
ἀπεκρίθη τε ὁ παῦλος νεύσαντος αὐτῶ τοῦ ἡγεμόνος λέγειν, ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῶ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, (Atos dos Apóstolos 24, 10)
δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων εἰς ἰερουσαλήμ, (Atos dos Apóstolos 24, 11)
καὶ οὔτε ἐν τῶ ἱερῶ εὖρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, (Atos dos Apóstolos 24, 12)
ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῶ πατρῴῳ θεῶ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις, (Atos dos Apóstolos 24, 14)
ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. (Atos dos Apóstolos 24, 16)
δι᾽ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς, (Atos dos Apóstolos 24, 17)
ἐν αἷς εὖρόν με ἡγνισμένον ἐν τῶ ἱερῶ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου· (Atos dos Apóstolos 24, 18)
τινὲς δὲ ἀπὸ τῆς ἀσίας ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐμέ _ (Atos dos Apóstolos 24, 19)
ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ᾽ ὑμῶν. (Atos dos Apóstolos 24, 21)
διαταξάμενος τῶ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῶ. (Atos dos Apóstolos 24, 23)
μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ φῆλιξ σὺν δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ ἰουδαίᾳ μετεπέμψατο τὸν παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς χριστὸν ἰησοῦν πίστεως. (Atos dos Apóstolos 24, 24)