Talált 24028 Eredmények: Ἐν
ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τῶ χιλιάρχῳ ἀπήγγειλεν λέγων, τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὖτος ῥωμαῖός ἐστιν. (Atos dos Apóstolos 22, 26)
προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῶ, λέγε μοι, σὺ ῥωμαῖος εἶ; ὁ δὲ ἔφη, ναί. (Atos dos Apóstolos 22, 27)
ἀπεκρίθη δὲ ὁ χιλίαρχος, ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ παῦλος ἔφη, ἐγὼ δὲ καὶ γεγέννημαι. (Atos dos Apóstolos 22, 28)
τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν ἰουδαίων ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν παῦλον ἔστησεν εἰς αὐτούς. (Atos dos Apóstolos 22, 30)
ἀτενίσας δὲ ὁ παῦλος τῶ συνεδρίῳ εἶπεν, ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῶ θεῶ ἄχρι ταύτης τῆς ἡμέρας. (Atos dos Apóstolos 23, 1)
ὁ δὲ ἀρχιερεὺς ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῶ τύπτειν αὐτοῦ τὸ στόμα. (Atos dos Apóstolos 23, 2)
τότε ὁ παῦλος πρὸς αὐτὸν εἶπεν, τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; (Atos dos Apóstolos 23, 3)
γνοὺς δὲ ὁ παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν σαδδουκαίων τὸ δὲ ἕτερον φαρισαίων ἔκραζεν ἐν τῶ συνεδρίῳ, ἄνδρες ἀδελφοί, ἐγὼ φαρισαῖός εἰμι, υἱὸς φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν [ἐγὼ] κρίνομαι. (Atos dos Apóstolos 23, 6)
τοῦτο δὲ αὐτοῦ εἰπόντος ἐγένετο στάσις τῶν φαρισαίων καὶ σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. (Atos dos Apóstolos 23, 7)
σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. (Atos dos Apóstolos 23, 8)
ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν φαρισαίων διεμάχοντο λέγοντες, οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῶ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῶ ἢ ἄγγελος _ (Atos dos Apóstolos 23, 9)
πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ παῦλος ὑπ᾽ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν. (Atos dos Apóstolos 23, 10)