Talált 24028 Eredmények: Ἐν
μνησθήσομαι δὴ τὰ ἔργα κυρίου καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ (Eclesiástico 42, 15)
ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ (Eclesiástico 42, 16)
οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν (Eclesiástico 42, 17)
ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος (Eclesiástico 42, 18)
ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων (Eclesiástico 42, 19)
οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα οὐκ ἐκρύβη ἀπ’ αὐτοῦ οὐδὲ εἷς λόγος (Eclesiástico 42, 20)
τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν ὡς ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα οὔτε προσετέθη οὔτε ἠλαττώθη καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου (Eclesiástico 42, 21)
πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις καὶ πάντα ὑπακούει (Eclesiástico 42, 23)
πάντα δισσά ἓν κατέναντι τοῦ ἑνός καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον (Eclesiástico 42, 24)
ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ (Eclesiástico 42, 25)
γαυρίαμα ὕψους στερέωμα καθαριότητος εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης (Eclesiástico 43, 1)
ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν ἔργον ὑψίστου (Eclesiástico 43, 2)