Talált 24028 Eredmények: Ἐν
καὶ ἤκουσεν Ἀπολλώνιος καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύθη εἰς Ἄζωτον ὡς διοδεύων καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπ’ αὐτῇ (I Macabeus 10, 77)
καὶ κατεδίωξεν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον (I Macabeus 10, 78)
καὶ ἀπέλιπεν Απολλώνιος χιλίαν ἵππον κρυπτῶς κατόπισθεν αὐτῶν (I Macabeus 10, 79)
καὶ ἔγνω Ιωναθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης (I Macabeus 10, 80)
ὁ δὲ λαὸς εἱστήκει καθὼς ἐπέταξεν Ιωναθαν καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν (I Macabeus 10, 81)
καὶ εἵλκυσεν Σιμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψεν πρὸς τὴν φάλαγγα ἡ γὰρ ἵππος ἐξελύθη καὶ συνετρίβησαν ὑπ’ αὐτοῦ καὶ ἔφυγον (I Macabeus 10, 82)
καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ καὶ ἔφυγον εἰς Ἄζωτον καὶ εἰσῆλθον εἰς Βηθδαγων τὸ εἰδώλιον αὐτῶν τοῦ σωθῆναι (I Macabeus 10, 83)
καὶ ἐνεπύρισεν Ιωναθαν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγων καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισεν πυρί (I Macabeus 10, 84)
καὶ ἀπῆρεν ἐκεῖθεν Ιωναθαν καὶ παρενέβαλεν ἐπὶ Ἀσκαλῶνα καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ (I Macabeus 10, 86)
καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ σὺν τοῖς παρ’ αὐτοῦ ἔχοντες σκῦλα πολλά (I Macabeus 10, 87)
καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους καὶ προσέθετο ἔτι δοξάσαι τὸν Ιωναθαν (I Macabeus 10, 88)
καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν ὡς ἔθος ἐστὶν δίδοσθαι τοῖς συγγενέσιν τῶν βασιλέων καὶ ἔδωκεν αὐτῷ τὴν Ακκαρων καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν (I Macabeus 10, 89)