Talált 268 Eredmények: του τραπέζι των εθνών

  • τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν (II Macabeus 11, 3)

  • ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν ἀεὶ δὲ μετ’ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος (II Macabeus 14, 15)

  • καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ’ οὐρανοῦ βοηθήματα καὶ τὰ νῦν προσδοκᾶν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην (II Macabeus 15, 8)

  • καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν (II Macabeus 15, 10)

  • ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν (Sabedoria 6, 2)

  • αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον θεῷ καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν (Sabedoria 10, 5)

  • τίς γὰρ ἐρεῖ τί ἐποίησας ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων ἃ σὺ ἐποίησας ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνθρώπων (Sabedoria 12, 12)

  • διὰ τοῦτο καὶ ἐν εἰδώλοις ἐθνῶν ἐπισκοπὴ ἔσται ὅτι ἐν κτίσματι θεοῦ εἰς βδέλυγμα ἐγενήθησαν καὶ εἰς σκάνδαλα ψυχαῖς ἀνθρώπων καὶ εἰς παγίδα ποσὶν ἀφρόνων (Sabedoria 14, 11)

  • ὅτι καὶ πάντα τὰ εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεούς οἷς οὔτε ὀμμάτων χρῆσις εἰς ὅρασιν οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος οὔτε ὦτα ἀκούειν οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν (Sabedoria 15, 15)

  • ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος καὶ ἐφύτευσεν ταπεινοὺς ἀντ’ αὐτῶν (Eclesiástico 10, 15)

  • χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς (Eclesiástico 10, 16)

  • ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει καὶ ἔναντι ἡγουμένων ὀφθήσεται ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασεν (Eclesiástico 39, 4)


“Jesus vê, conhece e pesa todas as suas ações.” São Padre Pio de Pietrelcina