Talált 1719 Eredmények: του πολέμου κατά του Μωάβ
ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, (São Lucas 23, 56)
ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. (São João 2, 6)
ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. (São João 8, 15)
ἐξῆλθεν οὗν ὁ πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν, τίνα κατηγορίαν φέρετε [κατὰ] τοῦ ἀνθρώπου τούτου; (São João 18, 29)
εἶπεν οὗν αὐτοῖς ὁ πιλᾶτος, λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον αὐτῶ οἱ ἰουδαῖοι, ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· (São João 18, 31)
ἀπεκρίθησαν αὐτῶ οἱ ἰουδαῖοι, ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν. (São João 19, 7)
φρυγίαν τε καὶ παμφυλίαν, αἴγυπτον καὶ τὰ μέρη τῆς λιβύης τῆς κατὰ κυρήνην, καὶ οἱ ἐπιδημοῦντες ῥωμαῖοι, (Atos dos Apóstolos 2, 10)
ὁ θεὸς ἀβραὰμ καὶ [ὁ θεὸς] ἰσαὰκ καὶ [ὁ θεὸς] ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· (Atos dos Apóstolos 3, 13)
καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· (Atos dos Apóstolos 3, 17)
μωϊσῆς μὲν εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. (Atos dos Apóstolos 3, 22)
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. (Atos dos Apóstolos 4, 26)
ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, ὁ ἄνθρωπος οὖτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου [τούτου] καὶ τοῦ νόμου· (Atos dos Apóstolos 6, 13)