Mosaico decorativo

Talált 608 Eredmények: τον Ιησούς 24

  • ὁ δὲ ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῶ, κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· (São Lucas 7, 6)

  • ἀκούσας δὲ ταῦτα ὁ ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῶ ἀκολουθοῦντι αὐτῶ ὄχλῳ εἶπεν, λέγω ὑμῖν, οὐδὲ ἐν τῶ ἰσραὴλ τοσαύτην πίστιν εὖρον. (São Lucas 7, 9)

  • καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν πρὸς αὐτόν, σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ, διδάσκαλε, εἰπέ, φησίν. (São Lucas 7, 40)

  • ἐπηρώτησεν δὲ αὐτὸν ὁ ἰησοῦς, τί σοι ὄνομά ἐστιν; ὁ δὲ εἶπεν, λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν. (São Lucas 8, 30)

  • ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθ᾽ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῶ ὁ ἰησοῦς. (São Lucas 8, 39)

  • καὶ εἶπεν ὁ ἰησοῦς, τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ πέτρος, ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν. (São Lucas 8, 45)

  • ὁ δὲ ἰησοῦς εἶπεν, ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ᾽ ἐμοῦ. (São Lucas 8, 46)

  • ὁ δὲ ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῶ, μὴ φοβοῦ, μόνον πίστευσον, καὶ σωθήσεται. (São Lucas 8, 50)

  • καὶ ἐν τῶ γενέσθαι τὴν φωνὴν εὑρέθη ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν. (São Lucas 9, 36)

  • ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου. (São Lucas 9, 41)

  • ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ ἰησοῦς τῶ πνεύματι τῶ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῶ πατρὶ αὐτοῦ. (São Lucas 9, 42)

  • ὁ δὲ ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῶ, (São Lucas 9, 47)


"O Coração de Jesus não deixará cair no vazio a nossa oração se ela for plena de fé e de confiança." São Padre Pio de Pietrelcina