Talált 91 Eredmények: παιδάριον

  • καὶ εἶπέν μοι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν καὶ νῦν μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον ὅτι ἅγιον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ (Juízes 13, 7)

  • καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμψων καὶ ἡδρύνθη τὸ παιδάριον καὶ εὐλόγησεν αὐτὸ κύριος (Juízes 13, 24)

  • καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὸς ἐπὶ τοὺς θερίζοντας καὶ εἶπεν ἡ παῖς ἡ Μωαβῖτίς ἐστιν ἡ ἀποστραφεῖσα μετὰ Νωεμιν ἐξ ἀγροῦ Μωαβ (Rute 2, 6)

  • καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ηλι ἕως πότε μεθυσθήσῃ περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου (I Samuel 1, 14)

  • καὶ Αννα οὐκ ἀνέβη μετ’ αὐτοῦ ὅτι εἶπεν τῷ ἀνδρὶ αὐτῆς ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον ἐὰν ἀπογαλακτίσω αὐτό καὶ ὀφθήσεται τῷ προσώπῳ κυρίου καὶ καθήσεται ἐκεῖ ἕως αἰῶνος (I Samuel 1, 22)

  • καὶ ἀνέβη μετ’ αὐτοῦ εἰς Σηλωμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οιφι σεμιδάλεως καὶ νεβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου ἐν Σηλωμ καὶ τὸ παιδάριον μετ’ αὐτῶν (I Samuel 1, 24)

  • καὶ προσήγαγον ἐνώπιον κυρίου καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ κυρίῳ καὶ προσήγαγεν τὸ παιδάριον καὶ ἔσφαξεν τὸν μόσχον καὶ προσήγαγεν Αννα ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ηλι (I Samuel 1, 25)

  • καὶ κατέλιπον αὐτὸν ἐκεῖ ἐνώπιον κυρίου καὶ ἀπῆλθον εἰς Αρμαθαιμ καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ κυρίου ἐνώπιον Ηλι τοῦ ἱερέως (I Samuel 2, 11)

  • καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ παντὸς τοῦ θύοντος καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ (I Samuel 2, 13)

  • καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγεν τῷ ἀνδρὶ τῷ θύοντι δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ καὶ οὐ μὴ λάβω παρὰ σοῦ ἑφθὸν ἐκ τοῦ λέβητος (I Samuel 2, 15)

  • καὶ Σαμουηλ ἦν λειτουργῶν ἐνώπιον κυρίου παιδάριον περιεζωσμένον εφουδ βαρ (I Samuel 2, 18)

  • καὶ ἐπεσκέψατο κύριος τὴν Ανναν καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο θυγατέρας καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουηλ ἐνώπιον κυρίου (I Samuel 2, 21)


“Seria mais fácil a Terra existir sem o sol do que sem a santa Missa!” São Padre Pio de Pietrelcina