Talált 1462 Eredmények: καθαρισμός μετά την παράδοση
καὶ ἐγένετο μετὰ τὸ αἰχμαλωτισθῆναι τὸν Ισραηλ καὶ Ιερουσαλημ ἐρημωθῆναι ἐκάθισεν Ιερεμιας κλαίων καὶ ἐθρήνησεν τὸν θρῆνον τοῦτον ἐπὶ Ιερουσαλημ καὶ εἶπεν (Lamentações 1, 0)
μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ιερουσαλημ καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα (Baruc 1, 9)
συνεμιάνθης τοῖς νεκροῖς προσελογίσθης μετὰ τῶν εἰς ᾅδου (Baruc 3, 11)
μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη (Baruc 3, 38)
ἔθρεψα γὰρ αὐτοὺς μετ’ εὐφροσύνης ἐξαπέστειλα δὲ μετὰ κλαυθμοῦ καὶ πένθους (Baruc 4, 11)
ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένθους καὶ κλαυθμοῦ ἀποδώσει δέ μοι ὁ θεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα (Baruc 4, 23)
ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σιων τὴν ὑμετέραν αἰχμαλωσίαν οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ θεοῦ ὑμῶν σωτηρίαν ἣ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου (Baruc 4, 24)
ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν (Baruc 4, 29)
ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν εἰσάγει δὲ αὐτοὺς ὁ θεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας (Baruc 5, 6)
καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου πάντας τοὺς λόγους οὓς λελάληκα μετὰ σοῦ λαβὲ εἰς τὴν καρδίαν σου καὶ τοῖς ὠσίν σου ἄκουε (Ezequiel 3, 10)
καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος κυρίου πρός με λέγων (Ezequiel 3, 16)
ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν ἥκει ὁ καιρός ἤγγικεν ἡ ἡμέρα οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων (Ezequiel 7, 4)