Talált 4301 Eredmények: γη
καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ (Números 33, 53)
καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν τοῖς πλείοσιν πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν εἰς ὃ ἐὰν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ αὐτοῦ ἔσται κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε (Números 33, 54)
ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ’ ἣν ὑμεῖς κατοικήσετε (Números 33, 55)
ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανααν αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν γῆ Χανααν σὺν τοῖς ὁρίοις αὐτῆς (Números 34, 2)
καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ (Números 34, 12)
καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ λέγων αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση (Números 34, 13)
ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη (Números 34, 17)
καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν (Números 34, 18)
οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Χανααν (Números 34, 29)
λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν (Números 35, 10)
καὶ ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν (Números 35, 12)
τὰς τρεῖς πόλεις δώσετε ἐν τῷ πέραν τοῦ Ιορδάνου καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν γῇ Χανααν (Números 35, 14)