Talált 17461 Eredmények: Τῷ
καὶ ἐξήγαγεν Πασχωρ τὸν Ιερεμιαν ἐκ τοῦ καταρράκτου καὶ εἶπεν αὐτῷ Ιερεμιας οὐχὶ Πασχωρ ἐκάλεσεν κύριος τὸ ὄνομά σου ἀλλ’ ἢ μέτοικον (Jeremias 20, 3)
διότι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν καὶ οἱ ὀφθαλμοί σου ὄψονται καὶ σὲ καὶ πάντα Ιουδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ μετοικιοῦσιν αὐτοὺς καὶ κατακόψουσιν αὐτοὺς ἐν μαχαίραις (Jeremias 20, 4)
καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύσεσθε ἐν αἰχμαλωσίᾳ καὶ ἐν Βαβυλῶνι ἀποθανῇ καὶ ἐκεῖ ταφήσῃ σὺ καὶ πάντες οἱ φίλοι σου οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ (Jeremias 20, 6)
καὶ εἶπα οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστέοις μου καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν (Jeremias 20, 9)
ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν ἐπισύστητε καὶ ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτῷ καὶ λημψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ (Jeremias 20, 10)
καὶ κύριος μετ’ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο ᾐσχύνθησαν σφόδρα ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν αἳ δι’ αἰῶνος οὐκ ἐπιλησθήσονται (Jeremias 20, 11)
ᾄσατε τῷ κυρίῳ αἰνέσατε αὐτῷ ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων (Jeremias 20, 13)
ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ ἡ ἡμέρα ἐν ᾗ ἔτεκέν με ἡ μήτηρ μου μὴ ἔστω ἐπευκτή (Jeremias 20, 14)
ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων ἐτέχθη σοι ἄρσεν εὐφραινόμενος (Jeremias 20, 15)
ἔστω ὁ ἄνθρωπος ἐκεῖνος ὡς αἱ πόλεις ἃς κατέστρεψεν κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη ἀκουσάτω κραυγῆς τὸ πρωὶ καὶ ἀλαλαγμοῦ μεσημβρίας (Jeremias 20, 16)
καὶ εἶπεν πρὸς αὐτοὺς Ιερεμιας οὕτως ἐρεῖτε πρὸς Σεδεκιαν βασιλέα Ιουδα (Jeremias 21, 3)
καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτῳ μεγάλῳ καὶ ἀποθανοῦνται (Jeremias 21, 6)