Talált 17461 Eredmények: Τῷ
καταβάντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλουα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν (Judite 6, 14)
καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν καὶ ἔστησαν τὸν Αχιωρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν καὶ ἐπηρώτησεν αὐτὸν Οζιας τὸ συμβεβηκός (Judite 6, 16)
καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ῥήματα τῆς συνεδρίας Ολοφέρνου καὶ πάντα τὰ ῥήματα ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ασσουρ καὶ ὅσα ἐμεγαλορρημόνησεν Ολοφέρνης εἰς τὸν οἶκον Ισραηλ (Judite 6, 17)
καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τῷ θεῷ καὶ ἐβόησαν λέγοντες (Judite 6, 18)
κύριε ὁ θεὸς τοῦ οὐρανοῦ κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ (Judite 6, 19)
τῇ δὲ ἐπαύριον παρήγγειλεν Ολοφέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ (Judite 7, 1)
καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο χωρὶς τῆς ἀποσκευῆς καὶ τῶν ἀνδρῶν οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς πλῆθος πολὺ σφόδρα (Judite 7, 2)
καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαϊμ ἕως Βελβαιμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος ἥ ἐστιν ἀπέναντι τοῦ Εσδρηλων (Judite 7, 3)
οἱ δὲ υἱοὶ Ισραηλ ὡς εἶδον αὐτῶν τὸ πλῆθος ἐταράχθησαν σφόδρα καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν (Judite 7, 4)
καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην (Judite 7, 5)
τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ολοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ισραηλ οἳ ἦσαν ἐν Βαιτυλουα (Judite 7, 6)
καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν καὶ τὰς πηγὰς τῶν ὑδάτων ἐφώδευσεν καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ (Judite 7, 7)