Mosaico decorativo

Talált 17461 Eredmények: Τῷ

  • τῶν υἱῶν Συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν (I Crônicas 12, 26)

  • τῶν υἱῶν Λευι τετρακισχίλιοι ἑξακόσιοι (I Crônicas 12, 27)

  • καὶ Ιωαδαε ὁ ἡγούμενος τῷ Ααρων καὶ μετ’ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι (I Crônicas 12, 28)

  • καὶ ἐκ τῶν υἱῶν Βενιαμιν τῶν ἀδελφῶν Σαουλ τρεῖς χιλιάδες καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαουλ (I Crônicas 12, 30)

  • καὶ ἀπὸ υἱῶν Εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ ἰσχύι ἄνδρες ὀνομαστοὶ κατ’ οἴκους πατριῶν αὐτῶν (I Crônicas 12, 31)

  • καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση δέκα ὀκτὼ χιλιάδες οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυιδ (I Crônicas 12, 32)

  • καὶ ἀπὸ τῶν υἱῶν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτῶν διακόσιοι καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ’ αὐτῶν (I Crônicas 12, 33)

  • καὶ ἀπὸ Ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυιδ οὐχ ἑτεροκλινῶς (I Crônicas 12, 34)

  • καὶ ἀπὸ Νεφθαλι ἄρχοντες χίλιοι καὶ μετ’ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες (I Crônicas 12, 35)

  • καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι (I Crônicas 12, 36)

  • καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες ὅτι ἡτοίμασαν αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν (I Crônicas 12, 40)

  • καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεφθαλι ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα ἄλευρα παλάθας σταφίδας οἶνον καὶ ἔλαιον μόσχους καὶ πρόβατα εἰς πλῆθος ὅτι εὐφροσύνη ἐν Ισραηλ (I Crônicas 12, 41)


"Quando a videira se separa da estaca que a sustenta, cai e apodrece." São Padre Pio de Pietrelcina