Mosaico decorativo

Talált 17461 Eredmények: Τῷ

  • εἰ μὴ μετὰ τῶν αἱμάτων Ναβουθαι καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές φησὶν κύριος καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ φησὶν κύριος καὶ νῦν ἄρας δὴ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα κυρίου (II Reis 9, 26)

  • καὶ Οχοζιας βασιλεὺς Ιουδα εἶδεν καὶ ἔφυγεν ὁδὸν Βαιθαγγαν καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ιου καὶ εἶπεν καί γε αὐτόν καὶ ἐπάταξεν αὐτὸν ἐν τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαι ἥ ἐστιν Ιεβλααμ καὶ ἔφυγεν εἰς Μαγεδδων καὶ ἀπέθανεν ἐκεῖ (II Reis 9, 27)

  • καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυιδ (II Reis 9, 28)

  • καὶ ἐν ἔτει ἑνδεκάτῳ Ιωραμ βασιλέως Ισραηλ ἐβασίλευσεν Οχοζιας ἐπὶ Ιουδαν (II Reis 9, 29)

  • καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν (II Reis 9, 35)

  • καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ καὶ εἶπεν λόγος κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου τοῦ Θεσβίτου λέγων ἐν τῇ μερίδι Ιεζραελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ιεζαβελ (II Reis 9, 36)

  • καὶ τῷ Αχααβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ καὶ ἔγραψεν Ιου βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς υἱῶν Αχααβ λέγων (II Reis 10, 1)

  • καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων εἰ ἐμοὶ ὑμεῖς καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον εἰς Ιεζραελ καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς (II Reis 10, 6)

  • καὶ ἐγένετο ὡς ἦλθεν τὸ βιβλίον πρὸς αὐτούς καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς ἑβδομήκοντα ἄνδρας καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ιεζραελ (II Reis 10, 7)

  • καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως καὶ εἶπεν θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωί (II Reis 10, 8)

  • καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπεν πρὸς πάντα τὸν λαόν δίκαιοι ὑμεῖς ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν καὶ τίς ἐπάταξεν πάντας τούτους (II Reis 10, 9)

  • καὶ ἐπάταξεν Ιου πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Αχααβ ἐν Ιεζραελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα (II Reis 10, 11)


"Subamos sem nos cansarmos, sob a celeste vista do Salvador." São Padre Pio de Pietrelcina