Mosaico decorativo

Talált 17461 Eredmények: Τῷ

  • καὶ ἦλθεν ὁ βασιλεὺς Δαυιδ ἕως Βαουριμ καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαουλ καὶ ὄνομα αὐτῷ Σεμεϊ υἱὸς Γηρα ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος (II Samuel 16, 5)

  • καὶ οὕτως ἔλεγεν Σεμεϊ ἐν τῷ καταρᾶσθαι αὐτόν ἔξελθε ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος (II Samuel 16, 7)

  • ἐπέστρεψεν ἐπὶ σὲ κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαουλ ὅτι ἐβασίλευσας ἀντ’ αὐτοῦ καὶ ἔδωκεν κύριος τὴν βασιλείαν ἐν χειρὶ Αβεσσαλωμ τοῦ υἱοῦ σου καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου ὅτι ἀνὴρ αἱμάτων σύ (II Samuel 16, 8)

  • καὶ εἶπεν ὁ βασιλεύς τί ἐμοὶ καὶ ὑμῖν υἱοὶ Σαρουιας ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω ὅτι κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυιδ καὶ τίς ἐρεῖ ὡς τί ἐποίησας οὕτως (II Samuel 16, 10)

  • καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ιεμινι ἄφετε αὐτὸν καταρᾶσθαι ὅτι εἶπεν αὐτῷ κύριος (II Samuel 16, 11)

  • καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ καὶ Σεμεϊ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοῒ πάσσων (II Samuel 16, 13)

  • καὶ ἐγενήθη ἡνίκα ἦλθεν Χουσι ὁ Αρχι ἑταῖρος Δαυιδ πρὸς Αβεσσαλωμ καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ ζήτω ὁ βασιλεύς (II Samuel 16, 16)

  • καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ οὐχί ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ισραηλ αὐτῷ ἔσομαι καὶ μετ’ αὐτοῦ καθήσομαι (II Samuel 16, 18)

  • καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου οὕτως ἔσομαι ἐνώπιόν σου (II Samuel 16, 19)

  • καὶ εἶπεν Αχιτοφελ πρὸς Αβεσσαλωμ εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου ἃς κατέλιπεν φυλάσσειν τὸν οἶκον αὐτοῦ καὶ ἀκούσεται πᾶς Ισραηλ ὅτι κατῄσχυνας τὸν πατέρα σου καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ (II Samuel 16, 21)

  • καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Αβεσσαλωμ ἐπὶ τὸ δῶμα καὶ εἰσῆλθεν Αβεσσαλωμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ’ ὀφθαλμοὺς παντὸς Ισραηλ (II Samuel 16, 22)

  • καὶ ἡ βουλὴ Αχιτοφελ ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις ὃν τρόπον ἐπερωτήσῃ ἐν λόγῳ τοῦ θεοῦ οὕτως πᾶσα ἡ βουλὴ τοῦ Αχιτοφελ καί γε τῷ Δαυιδ καί γε τῷ Αβεσσαλωμ (II Samuel 16, 23)


"Lembre-se de que você tem no Céu não somente um pai, mas também uma Mãe". São Padre Pio de Pietrelcina