Talált 17461 Eredmények: Τῷ
ὡς δὲ ἦν ἐν τοῖς ἱεροσολύμοις ἐν τῶ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· (São João 2, 23)
καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῶ ἀνθρώπῳ. (São João 2, 25)
ἦν δὲ ἄνθρωπος ἐκ τῶν φαρισαίων, νικόδημος ὄνομα αὐτῶ, ἄρχων τῶν ἰουδαίων· (São João 3, 1)
οὖτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῶ, ῥαββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ᾽ αὐτοῦ. (São João 3, 2)
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ. (São João 3, 3)
τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. (São João 3, 8)
ἀπεκρίθη νικόδημος καὶ εἶπεν αὐτῶ, πῶς δύναται ταῦτα γενέσθαι; (São João 3, 9)
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, σὺ εἶ ὁ διδάσκαλος τοῦ ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; (São João 3, 10)
καὶ καθὼς μωϊσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, (São João 3, 14)
ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῶ ἔχῃ ζωὴν αἰώνιον. (São João 3, 15)
οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. (São João 3, 16)
αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. (São João 3, 19)