Mosaico decorativo

Talált 9372 Eredmények: Τῶν

  • κύριος ὄνομά σοι σὺ ῥάξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ θυμῷ σου ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου μιᾶναι τὸ σκήνωμα τῆς καταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου καταβαλεῖν σιδήρῳ κέρας θυσιαστηρίου σου (Judite 9, 8)

  • βλέψον εἰς ὑπερηφανίαν αὐτῶν ἀπόστειλον τὴν ὀργήν σου εἰς κεφαλὰς αὐτῶν δὸς ἐν χειρί μου τῆς χήρας ὃ διενοήθην κράτος (Judite 9, 9)

  • πάταξον δοῦλον ἐκ χειλέων ἀπάτης μου ἐπ’ ἄρχοντι καὶ ἄρχοντα ἐπὶ θεράποντι αὐτοῦ θραῦσον αὐτῶν τὸ ἀνάστεμα ἐν χειρὶ θηλείας (Judite 9, 10)

  • οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν ἀλλὰ ταπεινῶν εἶ θεός ἐλαττόνων εἶ βοηθός ἀντιλήμπτωρ ἀσθενούντων ἀπεγνωσμένων σκεπαστής ἀπηλπισμένων σωτήρ (Judite 9, 11)

  • ναὶ ναὶ ὁ θεὸς τοῦ πατρός μου καὶ θεὸς κληρονομίας Ισραηλ δέσποτα τῶν οὐρανῶν καὶ τῆς γῆς κτίστα τῶν ὑδάτων βασιλεῦ πάσης κτίσεώς σου σὺ εἰσάκουσον τῆς δεήσεώς μου (Judite 9, 12)

  • καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραῦμα καὶ μώλωπα αὐτῶν οἳ κατὰ τῆς διαθήκης σου καὶ οἴκου ἡγιασμένου σου καὶ κορυφῆς Σιων καὶ οἴκου κατασχέσεως υἱῶν σου ἐβουλεύσαντο σκληρά (Judite 9, 13)

  • καὶ ἀνέστη ἀπὸ τῆς πτώσεως καὶ ἐκάλεσεν τὴν ἅβραν αὐτῆς καὶ κατέβη εἰς τὸν οἶκον ἐν ᾧ διέτριβεν ἐν αὐτῷ ἐν ταῖς ἡμέραις τῶν σαββάτων καὶ ἐν ταῖς ἑορταῖς αὐτῆς (Judite 10, 2)

  • καὶ ἔδωκεν τῇ ἅβρᾳ αὐτῆς ἀσκοπυτίνην οἴνου καὶ καψάκην ἐλαίου καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρῶν καὶ περιεδίπλωσε πάντα τὰ ἀγγεῖα αὐτῆς καὶ ἐπέθηκεν αὐτῇ (Judite 10, 5)

  • ὁ θεὸς τῶν πατέρων ἡμῶν δῴη σε εἰς χάριν καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ισραηλ καὶ ὕψωμα Ιερουσαλημ (Judite 10, 8)

  • καὶ προσεκύνησεν τῷ θεῷ καὶ εἶπεν πρὸς αὐτούς ἐπιτάξατε ἀνοῖξαί μοι τὴν πύλην τῆς πόλεως καὶ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων ὧν ἐλαλήσατε μετ’ ἐμοῦ καὶ συνέταξαν τοῖς νεανίσκοις ἀνοῖξαι αὐτῇ καθότι ἐλάλησεν (Judite 10, 9)

  • καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐθεῖαν καὶ συνήντησεν αὐτῇ προφυλακὴ τῶν Ἀσσυρίων (Judite 10, 11)

  • καὶ συνέλαβον αὐτὴν καὶ ἐπηρώτησαν τίνων εἶ καὶ πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ καὶ εἶπεν θυγάτηρ εἰμὶ τῶν Εβραίων καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν ὅτι μέλλουσιν δίδοσθαι ὑμῖν εἰς κατάβρωμα (Judite 10, 12)


"Procuremos servir ao Senhor com todo o coração e com toda a vontade." São Padre Pio de Pietrelcina