Talált 8293 Eredmények: Τῆς
καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ιουδα ἐν πολέμῳ κατὰ Χαφαρσαλαμα (I Macabeus 7, 31)
καὶ εἰσῆλθον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ καὶ ἔκλαυσαν καὶ εἶπον (I Macabeus 7, 36)
καὶ ἐξῆλθεν Νικάνωρ ἐξ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βαιθωρων καὶ συνήντησεν αὐτῷ δύναμις Συρίας (I Macabeus 7, 39)
καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς Ιουδαίας κυκλόθεν καὶ ὑπερεκέρων αὐτούς καὶ ἀπέστρεφον οὗτοι πρὸς τούτους καὶ ἔπεσον πάντες ῥομφαίᾳ καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς (I Macabeus 7, 46)
καὶ ἔστησαν τοῦ ἄγειν κατ’ ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ Αδαρ (I Macabeus 7, 49)
καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν καὶ τὰς ἀνδραγαθίας ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον (I Macabeus 8, 2)
καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ Σπανίας τοῦ κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ (I Macabeus 8, 3)
καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροθυμίᾳ καὶ ὁ τόπος ἦν ἀπέχων μακρὰν ἀπ’ αὐτῶν σφόδρα καὶ τῶν βασιλέων τῶν ἐπελθόντων ἐπ’ αὐτοὺς ἀπ’ ἄκρου τῆς γῆς ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς φόρον κατ’ ἐνιαυτόν (I Macabeus 8, 4)
καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα καὶ τοὺς ἐπηρμένους ἐπ’ αὐτοὺς συνέτριψαν αὐτοὺς ἐν πολέμῳ καὶ κατεκράτησαν αὐτῶν (I Macabeus 8, 5)
καὶ Ἀντίοχον τὸν μέγαν βασιλέα τῆς Ἀσίας τὸν πορευθέντα ἐπ’ αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσι ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα καὶ συνετρίβη ὑπ’ αὐτῶν (I Macabeus 8, 6)
καὶ ἔλαβον αὐτὸν ζῶντα καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετ’ αὐτὸν φόρον μέγαν καὶ διδόναι ὅμηρα καὶ διαστολὴν (I Macabeus 8, 7)
καὶ ὅτι οἱ ἐκ τῆς Ἑλλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς (I Macabeus 8, 9)