Talált 8293 Eredmények: Τῆς
καὶ νῦν θέτε γνώμην καταργῆσαι τοὺς ἄνδρας ἐκείνους καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι ὅπως ἀπὸ τῆς γνώμης (Neemias 4, 21)
τότε ἤργησεν τὸ ἔργον οἴκου τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ καὶ ἦν ἀργοῦν ἕως δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ βασιλέως Περσῶν (Neemias 4, 24)
καὶ ἐπροφήτευσεν Αγγαιος ὁ προφήτης καὶ Ζαχαριας ὁ τοῦ Αδδω προφητείαν ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν Ιουδα καὶ Ιερουσαλημ ἐν ὀνόματι θεοῦ Ισραηλ ἐπ’ αὐτούς (Neemias 5, 1)
τότε ἀνέστησαν Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ υἱὸς Ιωσεδεκ καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ τὸν ἐν Ιερουσαλημ καὶ μετ’ αὐτῶν οἱ προφῆται τοῦ θεοῦ βοηθοῦντες αὐτοῖς (Neemias 5, 2)
καὶ τοιοῦτο ῥῆμα ἀπεκρίθησαν ἡμῖν λέγοντες ἡμεῖς ἐσμεν δοῦλοι τοῦ θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ οἰκοδομοῦμεν τὸν οἶκον ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλά καὶ βασιλεὺς τοῦ Ισραηλ μέγας ᾠκοδόμησεν αὐτὸν καὶ κατηρτίσατο αὐτὸν (Neemias 5, 11)
καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν ἐπισκεπήτω ἐν οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν Ιερουσαλημ καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς (Neemias 5, 17)
καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει τῆς Μήδων πόλεως κεφαλὶς μία καὶ τοῦτο ἦν γεγραμμένον ἐν αὐτῇ ὑπόμνημα (Neemias 6, 2)
καὶ ἀπ’ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἄνθρωπος ὃς ἀλλάξει τὸ ῥῆμα τοῦτο καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὠρθωμένος παγήσεται ἐπ’ αὐτοῦ καὶ ὁ οἶκος αὐτοῦ τὸ κατ’ ἐμὲ ποιηθήσεται (Neemias 6, 11)
καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Αδαρ ὅ ἐστιν ἔτος ἕκτον τῇ βασιλείᾳ Δαρείου τοῦ βασιλέως (Neemias 6, 15)
καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσεσιν αὐτῶν καὶ τοὺς Λευίτας ἐν μερισμοῖς αὐτῶν ἐπὶ δουλείᾳ θεοῦ τοῦ ἐν Ιερουσαλημ κατὰ τὴν γραφὴν βιβλίου Μωυσῆ (Neemias 6, 18)
καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου (Neemias 6, 19)
ὅτι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἕως εἷς πάντες καθαροὶ καὶ ἔσφαξαν τὸ πασχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς (Neemias 6, 20)