Talált 8293 Eredmények: Τῆς
καὶ ἐμαλακίσθη Ασα ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς πόδας ἕως σφόδρα ἐμαλακίσθη καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησεν κύριον ἀλλὰ τοὺς ἰατρούς (II Crônicas 16, 12)
καὶ ἐκοιμήθη Ασα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ (II Crônicas 16, 13)
καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυιδ καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τῆς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα (II Crônicas 16, 14)
καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν Εφραιμ ἃς προκατελάβετο Ασα ὁ πατὴρ αὐτοῦ (II Crônicas 17, 2)
καὶ ἐγένετο κύριος μετὰ Ιωσαφατ ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα (II Crônicas 17, 3)
ἀλλὰ κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη καὶ οὐχ ὡς τοῦ Ισραηλ τὰ ἔργα (II Crônicas 17, 4)
καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα (II Crônicas 17, 6)
καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν διδάσκειν ἐν πόλεσιν Ιουδα (II Crônicas 17, 7)
καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς ταῖς κύκλῳ Ιουδα καὶ οὐκ ἐπολέμουν πρὸς Ιωσαφατ (II Crônicas 17, 10)
καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Αχααβ εἰς Σαμάρειαν καὶ ἔθυσεν αὐτῷ Αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ καὶ ἠπάτα αὐτὸν τοῦ συναναβῆναι μετ’ αὐτοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος (II Crônicas 18, 2)
καὶ εἶπεν Αχααβ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα πορεύσῃ μετ’ ἐμοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος καὶ εἶπεν αὐτῷ ὡς ἐγώ οὕτως καὶ σύ ὡς ὁ λαός σου καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον (II Crônicas 18, 3)
καὶ εἶπεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ ζήτησον δὴ σήμερον τὸν κύριον (II Crônicas 18, 4)