Mosaico decorativo

Talált 27654 Eredmények: Τὸ

  • ἐγένετο δὲ ἐν ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι ἰουδαίων τε καὶ ἑλλήνων πολὺ πλῆθος. (Atos dos Apóstolos 14, 1)

  • ἱκανὸν μὲν οὗν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῶ κυρίῳ τῶ μαρτυροῦντι [ἐπὶ] τῶ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. (Atos dos Apóstolos 14, 3)

  • ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις. (Atos dos Apóstolos 14, 4)

  • ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, (Atos dos Apóstolos 14, 5)

  • καί τις ἀνὴρ ἀδύνατος ἐν λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν. (Atos dos Apóstolos 14, 8)

  • οὖτος ἤκουσεν τοῦ παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῶ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι (Atos dos Apóstolos 14, 9)

  • εἶπεν μεγάλῃ φωνῇ, ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει. (Atos dos Apóstolos 14, 10)

  • ἐκάλουν τε τὸν βαρναβᾶν δία, τὸν δὲ παῦλον ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. (Atos dos Apóstolos 14, 12)

  • ὅ τε ἱερεὺς τοῦ διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. (Atos dos Apóstolos 14, 13)

  • ἀκούσαντες δὲ οἱ ἀπόστολοι βαρναβᾶς καὶ παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες (Atos dos Apóstolos 14, 14)

  • καὶ λέγοντες, ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· (Atos dos Apóstolos 14, 15)

  • καίτοι οὐκ ἀμάρτυρον αὐτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. (Atos dos Apóstolos 14, 17)


"O Santo Sacrifício da Missa é o sufrágio mais eficaz que ultrapassa todas as orações." São Padre Pio de Pietrelcina