Talált 27654 Eredmények: Τὸ
ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῶ ἐστιν. (Atos dos Apóstolos 10, 35)
τὸν λόγον [ὃν] ἀπέστειλεν τοῖς υἱοῖς ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ἰησοῦ χριστοῦ _ οὖτός ἐστιν πάντων κύριος _ (Atos dos Apóstolos 10, 36)
ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν ἰωάννης, (Atos dos Apóstolos 10, 37)
ἰησοῦν τὸν ἀπὸ ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ᾽ αὐτοῦ. (Atos dos Apóstolos 10, 38)
τοῦτον ὁ θεὸς ἤγειρεν [ἐν] τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, (Atos dos Apóstolos 10, 40)
οὐ παντὶ τῶ λαῶ ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῶ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· (Atos dos Apóstolos 10, 41)
καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῶ λαῶ καὶ διαμαρτύρασθαι ὅτι οὖτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. (Atos dos Apóstolos 10, 42)
τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. (Atos dos Apóstolos 10, 43)
ἔτι λαλοῦντος τοῦ πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. (Atos dos Apóstolos 10, 44)
καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθαν τῶ πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται· (Atos dos Apóstolos 10, 45)
ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ἀπεκρίθη πέτρος, (Atos dos Apóstolos 10, 46)
μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; (Atos dos Apóstolos 10, 47)