Talált 27654 Eredmények: Τὸ
καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. (São Marcos 15, 33)
δραμὼν δέ τις [καὶ] γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων, ἄφετε ἴδωμεν εἰ ἔρχεται ἠλίας καθελεῖν αὐτόν. (São Marcos 15, 36)
καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ᾽ ἄνωθεν ἕως κάτω. (São Marcos 15, 38)
ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν, ἀληθῶς οὖτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν. (São Marcos 15, 39)
ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ ἰακώβου τοῦ μικροῦ καὶ ἰωσῆτος μήτηρ καὶ σαλώμη, (São Marcos 15, 40)
καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν προσάββατον, (São Marcos 15, 42)
ἐλθὼν ἰωσὴφ [ὁ] ἀπὸ ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ. (São Marcos 15, 43)
ὁ δὲ πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν· (São Marcos 15, 44)
καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῶ ἰωσήφ. (São Marcos 15, 45)
καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. (São Marcos 15, 46)
ἡ δὲ μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται. (São Marcos 15, 47)
καὶ διαγενομένου τοῦ σαββάτου μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ [τοῦ] ἰακώβου καὶ σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. (São Marcos 16, 1)