Talált 27654 Eredmények: Τὸ
καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ. (São Marcos 5, 23)
καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ. καὶ ἠκολούθει αὐτῶ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. (São Marcos 5, 24)
καὶ γυνὴ οὗσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη (São Marcos 5, 25)
καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, (São Marcos 5, 26)
ἀκούσασα περὶ τοῦ ἰησοῦ, ἐλθοῦσα ἐν τῶ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· (São Marcos 5, 27)
ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. (São Marcos 5, 28)
καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῶ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. (São Marcos 5, 29)
καὶ εὐθὺς ὁ ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῶ ὄχλῳ ἔλεγεν, τίς μου ἥψατο τῶν ἱματίων; (São Marcos 5, 30)
καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ, βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, τίς μου ἥψατο; (São Marcos 5, 31)
καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. (São Marcos 5, 32)
ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; (São Marcos 5, 35)
ὁ δὲ ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῶ ἀρχισυναγώγῳ, μὴ φοβοῦ, μόνον πίστευε. (São Marcos 5, 36)