Mosaico decorativo

Talált 27654 Eredmények: Τὸ

  • τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, πορεύεσθε ἀπ᾽ ἐμοῦ [οἱ] κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῶ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· (São Mateus 25, 41)

  • τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες, κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; (São Mateus 25, 44)

  • τότε ἀποκριθήσεται αὐτοῖς λέγων, ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. (São Mateus 25, 45)

  • καὶ ἀπελεύσονται οὖτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. (São Mateus 25, 46)

  • καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, (São Mateus 26, 1)

  • οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. (São Mateus 26, 2)

  • τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου καϊάφα, (São Mateus 26, 3)

  • καὶ συνεβουλεύσαντο ἵνα τὸν ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· (São Mateus 26, 4)

  • τοῦ δὲ ἰησοῦ γενομένου ἐν βηθανίᾳ ἐν οἰκίᾳ σίμωνος τοῦ λεπροῦ, (São Mateus 26, 6)

  • προσῆλθεν αὐτῶ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. (São Mateus 26, 7)

  • ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. (São Mateus 26, 9)

  • γνοὺς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· (São Mateus 26, 10)


"Para consolar uma alma na sua dor, mostre todo o bem que ela ainda pode fazer". São Padre Pio de Pietrelcina