Talált 27654 Eredmények: Τὸ
ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται (Eclesiástico 16, 4)
πολλὰ τοιαῦτα ἑόρακεν ὁ ὀφθαλμός μου καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὖς μου (Eclesiástico 16, 5)
οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων οἳ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν (Eclesiástico 16, 7)
οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λωτ οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν (Eclesiástico 16, 8)
οὐκ ἠλέησεν ἔθνος ἀπωλείας τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν (Eclesiástico 16, 9)
καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν (Eclesiástico 16, 10)
κἂν ᾖ εἷς σκληροτράχηλος θαυμαστὸν τοῦτο εἰ ἀθῳωθήσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν (Eclesiástico 16, 11)
κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ (Eclesiástico 16, 12)
πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει (Eclesiástico 16, 14)
ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ ἄβυσσος καὶ γῆ ἐν τῇ ἐπισκοπῇ αὐτοῦ σαλευθήσονται (Eclesiástico 16, 18)
καὶ ἐπ’ αὐτοῖς οὐ διανοηθήσεται καρδία καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται (Eclesiástico 16, 20)
καὶ καταιγίς ἣν οὐκ ὄψεται ἄνθρωπος τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις (Eclesiástico 16, 21)