Mosaico decorativo

Talált 27654 Eredmények: Τὸ

  • καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος (I Macabeus 6, 61)

  • καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς ὄρος Σιων καὶ εἶδεν τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠθέτησεν τὸν ὁρκισμόν ὃν ὤμοσεν καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν (I Macabeus 6, 62)

  • καὶ ἀπῆρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν καὶ εὗρεν Φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βίᾳ (I Macabeus 6, 63)

  • ἔτους ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ῥώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ (I Macabeus 7, 1)

  • καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ καὶ συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ (I Macabeus 7, 2)

  • καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα καὶ εἶπεν μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν (I Macabeus 7, 3)

  • καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις καὶ ἐκάθισεν Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ (I Macabeus 7, 4)

  • καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ισραηλ καὶ Ἄλκιμος ἡγεῖτο αὐτῶν βουλόμενος ἱερατεύειν (I Macabeus 7, 5)

  • καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες ἀπώλεσεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πάντας τοὺς φίλους σου καὶ ἡμᾶς ἐσκόρπισεν ἀπὸ τῆς γῆς ἡμῶν (I Macabeus 7, 6)

  • νῦν οὖν ἀπόστειλον ἄνδρα ᾧ πιστεύεις καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολέθρευσιν πᾶσαν ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς (I Macabeus 7, 7)

  • καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ (I Macabeus 7, 8)

  • καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ισραηλ (I Macabeus 7, 9)


"É preciso amar, amar e nada mais". São Padre Pio de Pietrelcina