Mosaico decorativo

Talált 9551 Eredmények: Τὸν

  • ὁ γοῦν Ἀντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα θᾶττον εἰς τὴν Ἀντιόχειαν ἐχωρίσθη οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μὲν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι διὰ τὸν μετεωρισμὸν τῆς καρδίας (II Macabeus 5, 21)

  • κατέλιπεν δὲ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος ἐν μὲν Ιεροσολύμοις Φίλιππον τὸ μὲν γένος Φρύγα τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος (II Macabeus 5, 22)

  • ἔπεμψεν δὲ τὸν Μυσάρχην Ἀπολλώνιον μετὰ στρατεύματος δισμυρίους δὲ πρὸς τοῖς δισχιλίοις προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασφάξαι τὰς δὲ γυναῖκας καὶ τοὺς νεωτέρους πωλεῖν (II Macabeus 5, 24)

  • οὗτος δὲ παραγενόμενος εἰς Ιεροσόλυμα καὶ τὸν εἰρηνικὸν ὑποκριθεὶς ἐπέσχεν ἕως τῆς ἁγίας ἡμέρας τοῦ σαββάτου καὶ λαβὼν ἀργοῦντας τοὺς Ιουδαίους τοῖς ὑφ’ ἑαυτὸν ἐξοπλησίαν παρήγγειλεν (II Macabeus 5, 25)

  • μολῦναι δὲ καὶ τὸν ἐν Ιεροσολύμοις νεὼ καὶ προσονομάσαι Διὸς Ὀλυμπίου καὶ τὸν ἐν Γαριζιν καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες Διὸς Ξενίου (II Macabeus 6, 2)

  • ψήφισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας Ἑλληνίδας πόλεις Πτολεμαίου ὑποθεμένου τὴν αὐτὴν ἀγωγὴν κατὰ τῶν Ιουδαίων ἄγειν καὶ σπλαγχνίζειν (II Macabeus 6, 8)

  • διόπερ οὐδέποτε μὲν τὸν ἔλεον ἀφ’ ἡμῶν ἀφίστησιν παιδεύων δὲ μετὰ συμφορᾶς οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν (II Macabeus 6, 16)

  • ὁ δὲ τὸν μετ’ εὐκλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγεν (II Macabeus 6, 19)

  • οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγχνισμῷ τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν ἀπολαβόντες αὐτὸν κατ’ ἰδίαν παρεκάλουν ἐνέγκαντα κρέα οἷς καθῆκον αὐτῷ χρᾶσθαι δι’ αὐτοῦ παρασκευασθέντα ὑποκριθῆναι δὲ ὡς ἐσθίοντα τὰ ὑπὸ τοῦ βασιλέως προστεταγμένα τῶν ἀπὸ τῆς θυσίας κρεῶν (II Macabeus 6, 21)

  • ὁ δὲ λογισμὸν ἀστεῖον ἀναλαβὼν καὶ ἄξιον τῆς ἡλικίας καὶ τῆς τοῦ γήρως ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιᾶς καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀναστροφῆς μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας ἀκολούθως ἀπεφήνατο ταχέως λέγων προπέμπειν εἰς τὸν ᾅδην (II Macabeus 6, 23)

  • οὐ γὰρ τῆς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριθῆναι ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες Ελεαζαρον τὸν ἐνενηκονταετῆ μεταβεβηκέναι εἰς ἀλλοφυλισμὸν (II Macabeus 6, 24)

  • διόπερ ἀνδρείως μὲν νῦν διαλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος φανήσομαι (II Macabeus 6, 27)


"Subamos sem nos cansarmos, sob a celeste vista do Salvador." São Padre Pio de Pietrelcina